Lesungen in der Göttlichen Liturgie
Περιεχόμενα κειμένου
Απόστολος, Πράξεις Αποστόλων (ιστ‘ 16-34)
Ἐν ταις ημέραις εκείναις, ἐγένετο πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες. Καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
Ἀπόδοση Πράξεων Αποστόλων στη νεοελληνική:
Τις ημέρες ἐκείνες, καθὼς πηγαίναμε στὸν τόπο τῆς προσευχῆς μᾶς συνήντησε κάποια ὑπηρέτρια ποὺ εἶχε πνεῦμα μαντικό, καὶ μὲ τὴ μαντεία ἔφερνε πολλὰ κέρδη στοὺς κυρίους της. Αὐτὴ ἀκολουθοῦσε τὸν Παῦλο καὶ μᾶς καὶ φώναζε, «Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δούλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ σᾶς ἀναγγέλουν τὸν δρόμο τῆς σωτηρίας». Αὐτὸ τὸ ἔκανε πολλὲς ἡμέρες. Ὁ Παῦλος ἦταν πολὺ ἀγανακτισμένος καὶ στραφεὶς εἶπε στὸ πνεῦμα, «Σὲ διατάσσω στὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ νὰ βγῇς ἀπὸ αὐτήν». Καὶ ἐκείνη τὴ στιγμὴ βγῆκε. Ὅταν ὅμως οἱ κύριοί της εἶδαν ὅτι χάθηκε ἡ ἐλπίδα τῶν κερδῶν τους, ἔπιασαν τὸν Παῦλο καὶ τὸν Σίλα καὶ τοὺς ἔσυραν στὴν ἀγορὰ πρὸς τίς ἀρχές, καὶ ὅταν τοὺς ἔφεραν στοὺς στρατηγοὺς εἶπαν, «Αὐτοὶ οἱ ἄνθρωποι, οἱ ὁποῖοι εἶναι Ἰουδαῖοι, δημιουργοῦν ταραχὴ στὴν πόλη μας· κηρύσσουν διδασκαλίες, τίς ὁποίες ἔμεῖς ποὺ εἴμεθα Ρωμαῖοι δὲν ἐπιτρέπεται νὰ παραδεχθοῦμε ἢ νὰ ἐφαρμόσωμε». Ξεσηκώθηκε καὶ ὁ ὄχλος ἐναντίον τους, οἱ δὲ στρατηγοὶ τοὺς ξέσχισαν τὰ ἐνδύματα καὶ διέταξαν νὰ τοὺς ραβδίσουν. Ἀφοῦ τοὺς ἔδωκαν πολλὰ ραβδίσματα, τοὺς ἔριξαν στὴ φυλακὴ καὶ παρήγγειλαν στὸν δεσμοφύλακα νὰ τοὺς φυλάττῃ καλά. Αὐτός, ἀφοῦ ἔλαβε τέτοια παραγγελία, τοὺς ἔβαλε στὴν πιὸ βαθειὰ φυλακὴ καὶ ἔδεσε τὰ πόδια τους στὸ ξύλο πρὸς ἀσφάλεια. Κατὰ τὰ μεσάνυχτα ὁ Παῦλος καὶ ὁ Σίλας προσηύχοντο καὶ ἔψαλλαν ὕμνους στὸ Θεό, καὶ οἱ ἄλλοι φυλακισμένοι τοὺς ἄκουαν. Ἔξαφνα ἔγινε σεισμὸς μεγάλος, ὥστε σαλεύθηκαν τὰ θεμέλια τῆς φυλακῆς, καὶ ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καὶ ὅλων τὰ δεσμὰ λύθηκαν. Ὅταν ξύπνησε ὁ δεσμοφύλακας καὶ εἶδε ἀνοικτὲς τὶς πόρτες τῆς φυλακῆς, ἔσυρε τὸ μαχαίρι του καὶ ἐπρόκειτο ν’ αὐτοκτονήσῃ, ἐπειδὴ νόμιζε ὅτι οἱ φυλακισμένοι εἶχαν φύγει. Ἀλλ’ ὁ Παῦλος τοῦ φώναξε δυνατά, «Μὴ κάνῃς κανένα κακὸ στὸν ἑαυτό σου, διότι ὅλοι εἴμαστε ἐδῶ». Ἀφοῦ ζήτησε φῶτα, πήδησε μέσα καί, τρομαγμένος, ἔπεσε στὰ πόδια τοῦ Παύλου καὶ τοῦ Σίλα. Ὕστερα τοὺς ὡδήγησε ἔξω καὶ εἶπε, «Κύριοι, τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;». Ἐκεῖνοι δὲ εἶπαν, «Πίστεψε στὸν Κύριο Ἰησοῦ Χριστὸ καὶ θὰ σωθῇς σὺ καὶ οἱ οἰκιακοί σου». Καὶ κήρυξαν τὸν λόγο τοῦ Κυρίου σε αὐτὸν καὶ σ ὅλους ποὺ ἦταν στὸ σπίτι του. Ἐκείνη τὴν νυχτερινὴ ὥρα τοὺς πῆρε καὶ ἔπλυνε τὶς πληγές τους καὶ ἀμέσως κατόπιν βαπτίσθηκε καὶ αὐτὸς καὶ ὅλοι οἱ δικοί του. Τοὺς ἔφερε στὸ σπίτι του, τοὺς ἔδωσε φαγητὸ καὶ χαιρόταν μὲ ὅλους τοὺς δικούς του γιὰ τὴν πίστη του στὸν Θεό.
Epistel (Apg 16, 16-34):
In jener Zeit, als wir einmal auf dem Weg zur Gebetsstätte waren, begegnete uns eine Magd, die einen Wahrsagegeist hatte und mit der Wahrsagerei ihren Herren großen Gewinn einbrachte. Sie lief Paulus und uns nach und schrie: Diese Menschen sind Diener des höchsten Gottes; sie verkünden euch den Weg des Heils. Das tat sie viele Tage lang. Da wurde Paulus ärgerlich, wandte sich um und sagte zu dem Geist: Ich befehle dir im Namen Jesu Christi: Verlass diese Frau! Und im gleichen Augenblick verließ er sie. Als aber ihre Herren sahen, dass sie keinen Gewinn mehr erwarten konnten, ergriffen sie Paulus und Silas, schleppten sie auf den Markt vor die Stadtbehörden, führten sie den obersten Beamten vor und sagten: Diese Männer bringen Unruhe in unsere Stadt. Es sind Juden; sie verkünden Sitten und Bräuche, die wir als Römer weder annehmen können noch ausüben dürfen. Da erhob sich das Volk gegen sie, und die obersten Beamten ließen ihnen die Kleider vom Leib reißen und befahlen, sie mit Ruten zu schlagen. Sie ließen ihnen viele Schläge geben und sie ins Gefängnis bringen; dem Gefängniswärter befahlen sie, sie in sicherem Gewahrsam zu halten. Auf diesen Befehl hin warf er sie in das innere Gefängnis und schloss zur Sicherheit ihre Füße in den Block. Um Mitternacht beteten Paulus und Silas und sangen Loblieder; und die Gefangenen hörten ihnen zu. Plötzlich begann ein gewaltiges Erdbeben, so dass die Grundmauern des Gefängnisses wankten. Mit einem Schlag sprangen die Türen auf, und allen fielen die Fesseln ab. Als der Gefängniswärter aufwachte und alle Türen des Gefängnisses offen sah, zog er sein Schwert, um sich zu töten; denn er meinte, die Gefangenen seien entflohen. Da rief Paulus laut: Tu dir nichts an! Wir sind alle noch da. Jener rief nach Licht, stürzte hinein und fiel Paulus und Silas zitternd zu Füßen. Er führte sie hinaus und sagte: Ihr Herren, was muss ich tun, um gerettet zu werden? Sie antworteten: Glaube an Jesus, den Herrn, und du wirst gerettet werden, du und dein Haus. Und sie verkündeten ihm und allen in seinem Haus das Wort Gottes. Er nahm sie in jener Nachtstunde bei sich auf, wusch ihre Striemen und ließ sich sogleich mit allen seinen Angehörigen taufen. Dann führte er sie in seine Wohnung hinauf, ließ ihnen den Tisch decken und war mit seinem ganzen Haus voll Freude, weil er zum Glauben an Gott gekommen war.
Ευαγγέλιο, Κατά Ιωάννην (θ‘ 1-38)
Τῷ καιρῷ ἐκείνῳ, παράγων ο Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ‘ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ‘ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Απόδοση Ευαγγελίου στη νεοελληνική:
Τόν καιρό ἐκείνο, καθὼς βάδιζε ὁ Ἰησοῦς, εἶδε ἄνθρωπο γεννημένο τυφλὸ καὶ τὸν ρώτησαν οἱ μαθηταί του, «Ραββί, ποιός ἁμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του διὰ νὰ γεννηθῇ τυφλός;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ διὰ νὰ φανερωθοῦν ἐξ ἀφορμῆς του τὰ ἔργα τοῦ Θεοῦ. Ἐγὼ πρέπει νὰ κάνω τὰ ἔργα ἐκείνου ποὺ μὲ ἔστειλε ἐν ὅσω εἶναι ἡμέρα· θὰ ἔλθῃ νύχτα, ὅταν κανεὶς δὲν θὰ μπορῇ νὰ ἐργασθῇ. Ὅσον καιρὸ εἶμαι στὸν κόσμο, εἶμαι τὸ φῶς τοῦ κόσμου». Ὅταν εἶπε αὐτά, ἔφτυσε χάμω καὶ ἔκανε πηλὸ μὲ τὸ φτύσιμο καὶ ἄλειψε τὸν πηλὸ ἐπάνω εστὰ μάτια τοῦ τυφλοῦ καὶ τοῦ εἶπε, «Πήγαινε, πλύσου στὴν κολυμβήθρα τοῦ Σιλωάμ», τὸ ὁποῖο μεταφράζεται Ἀπεσταλμένος. Ἔφυγε λοιπὸν καὶ πλύθηκε καὶ ἐπέστρεψε βλέπων. Οἱ γείτονες καὶ ἐκεῖνοι ποὺ προηγουμένως τὸν ἔβλεπαν ὅτι ἦταν τυφλός, ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ καθόταν καὶ ζητιάνευε;». Μερικοὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι καὶ ἄλλοι ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει. Ἐκεῖνος ἔλεγε, «Ἐγὼ εἶμαι». Τοῦ εἶπαν τότε, «Πῶς ἄνοιξαν τὰ μάτια σου;». Ἀπεκρίθη ἐκεῖνος, Ἕνας ἄνθρωπος ποὺ ὀνομάζεται Ἰησοῦς ἔκανε πηλὸ καὶ μοῦ ἄλειψε τὰ μάτια καὶ μου εἶπε, «Πήγαινε στὴν κολυμβήθρα τοῦ Σιλωὰμ καὶ πλύσου». Ὅταν πῆγα καὶ πλύθηκα, ἀπέκτησα τὸ φῶς μου». Τότε τὸν ρώτησαν, «Ποῦ εἶναι ἐκεῖνος;» καὶ αὐτὸς ἀπεκρίθη, «Δὲν ξέρω». Ὁδηγοῦν τὸν ἄλλοτε τυφλό, στοὺς Φαρισαίους. Ἦταν δὲ Σάββατον, ὅταν ἔκανε ὁ Ἰησοῦς τὸν πηλὸ καὶ ἄνοιξε τὰ μάτια του. Τότε οἱ Φαρισαῖοι πάλι τὸν ρώτησαν πῶς ἀπέκτησε τὸ φῶς του, αὐτὸς δὲ εἶπε, «Μοῦ ἔβαλε πηλὸ στὰ μάτια καὶ πλύθηκα καὶ βλέπω». Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους εἶπαν, «Αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεό, διότι δὲν τηρεῖ τὸ Σάββατο». Ἄλλοι ἔλεγαν, «Πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνῃ τέτοια θαύματα;». Καὶ ἔγινε διχασμὸς μεταξύ τους. Λέγουν πάλιν στὸν τυφλό, «Σὺ τί λὲς γι’ αὐτὸν ἀφοῦ σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς εἶπε, «Εἶναι προφήτης». Οἱ Ἰουδαῖοι δὲν ἤθελαν νὰ πιστέψουν ὅτι ἤτανε τυφλὸς καὶ ἀπέκτησε τὸ φῶς του, ἕως ὅτου φώναξαν τοὺς γονεῖς του καὶ τοὺς ρώτησαν, «Αὐτὸς εἶναι ὁ υἱός σας, διὰ τὸν ὁποῖον λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;». Ἀπεκρίθησαν εἰς αὐτοὺς οἱ γονεῖς του, «Ξέρουμε ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι γεννήθηκε τυφλός. Πῶς ὅμως τώρα βλέπει, δὲν γνωρίζουμε, οὔτε ξέρουμε ποιός ἄνοιξε τὰ μάτια του. Αὐτὸς ἡλικία ἔχει, ρωτήσατέ τον· θὰ μιλήσῃ γιὰ τὸν ἑαυτόν του». Αὐτὰ εἶπαν οἱ γονεῖς, του διότι φοβοῦντο τοὺς Ἰουδαίους, ἐπειδὴ οἱ Ἰουδαῖοι εἶχαν ἤδη συμφωνήσει νὰ γίνῃ ἀποσυναγωγὸς ὅποιος ὁμολογήσῃ ὅτι αὐτὸς εἶναι ὁ Χριστός. Γι’ αὐτὸ οἱ γονεῖς του εἶπαν, «Ἡλικία ἔχει, ἐρωτήσατέ τον». Φώναξαν τότε διὰ δευτέρα φορὰ τὸν ἄνθρωπο ποὺ ἤτανε τυφλὸς καὶ τοῦ εἶπαν, «Δόξασε τὸν Θεόν. Ἔμεῖς ξέρουμε ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός». Ἐκεῖνος ἀπεκρίθη, «Ἐὰν εἶναι ἁμαρτωλός, δὲν ξέρω. Ἕνα πρᾶγμα ξέρω, ὅτι ἐνῷ ἤμουν τυφλὸς, τώρα βλέπω». Τότε πάλιν τὸν ρώτησαν, «Τί σοῦ ἔκαμε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς εἶπα ἤδη καὶ δὲ δώσατε προσοχή· γιατὶ θέλετε πάλι νὰ τὸ ἀκούσετε; Μήπως θέλετε καὶ σεῖς νὰ γίνετε μαθηταί του;». Τότε τὸν ἔβρισαν καὶ τοῦ εἶπαν, «Σὺ εἶσαι μαθητὴς ἐκείνου, ἐμεῖς εἴμεθα μαθηταὶ τοῦ Μωϋσέως. Ἐμεῖς ξέρουμε ὅτι στὸν Μωϋσῆ μίλησε ὁ Θεός, ἀλλὰ γι’ αὐτὸν δὲν ξέρουμε, ἀπὸ ποῦ εἶναι». Ὁ ἄνθρωπος τοὺς ἀπεκρίθη, «Αὐτὸ ἀκριβῶς εἶναι τὸ ἐκπληκτικό, ὅτι σεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια. Ξέρουμε δὲ ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλ’ ἐὰν κανεὶς εἶναι θεοσεβὴς καὶ κάνῃ τὸ θέλημά του, ἐκεῖνον ἀκούει. Ποτὲ πρὶν δὲν ἀκούσθηκε ὅτι ἄνοιξε κάποιος τὰ μάτια τυφλοῦ ἐκ γενετῆς. Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦταν ἀπὸ τὸν Θεό, δὲν θὰ μποροῦσε νὰ κάνῃ τίποτε». Ἐκεῖνοι τοῦ ἀποκρίθηκαν, «Σὺ γεννήθηκες ὁλόκληρος μέσα στὴν ἁμαρτία καὶ μᾶς διδάσκεις;». Καὶ τὸν ἔβγαλαν ἔξω. Ἄκουσε ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν βρῆκε τοῦ εἶπε, «Πιστεύεις σὺ στὸν Υἱὸν τοῦ Θεοῦ;». Ἀπεκρίθη ἐκεῖνος, «Καὶ ποιός εἶναι, Κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;». Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τὸν ἔχεις δῇ· εἶναι μάλιστα αὐτὸς ποὺ μιλεῖ μαζί σου». «Πιστεύω, Κύριε», εἶπε ἐκεῖνος καὶ τὸν προσκύνησε.
Evangelium (Joh 9, 1-38)
In jener Zeit sah Jesus einen Mann, der seit seiner Geburt blind war. Da fragten ihn seine Jünger: Rabbi, wer hat gesündigt? Er selbst? Oder haben seine Eltern gesündigt, so dass er blind geboren wurde? Jesus antwortete: Weder er noch seine Eltern haben gesündigt, sondern das Wirken Gottes soll an ihm offenbar werden. Wir müssen, solange es Tag ist, die Werke dessen vollbringen, der mich gesandt hat; es kommt die Nacht, in der niemand mehr etwas tun kann. Solange ich in der Welt bin, bin ich das Licht der Welt. Als er dies gesagt hatte, spuckte er auf die Erde; dann machte er mit dem Speichel einen Teig, strich ihn dem Blinden auf die Augen und sagte zu ihm: Geh und wasch dich in dem Teich Schiloach! Schiloach heißt übersetzt: Der Gesandte. Der Mann ging fort und wusch sich. Und als er zurückkam, konnte er sehen. Die Nachbarn und andere, die ihn früher als Bettler gesehen hatten, sagten: Ist das nicht der Mann, der dasaß und bettelte? Einige sagten: Er ist es. Andere meinten: Nein, er sieht ihm nur ähnlich. Er selbst aber sagte: Ich bin es. Da fragten sie ihn: Wie sind deine Augen geöffnet worden? Er antwortete: Der Mann, der Jesus heißt, machte einen Teig, bestrich damit meine Augen und sagte zu mir: Geh zum Schiloach, und wasch dich! Ich ging hin, wusch mich und konnte wieder sehen. Sie fragten ihn: Wo ist er? Er sagte: Ich weiß es nicht. Da brachten sie den Mann, der blind gewesen war, zu den Pharisäern. Es war aber Sabbat an dem Tag, als Jesus den Teig gemacht und ihm die Augen geöffnet hatte. Auch die Pharisäer fragten ihn, wie er sehend geworden sei. Der Mann antwortete ihnen: Er legte mir einen Teig auf die Augen; dann wusch ich mich, und jetzt kann ich sehen. Einige der Pharisäer meinten: Dieser Mensch kann nicht von Gott sein, weil er den Sabbat nicht hält. Andere aber sagten: Wie kann ein Sünder solche Zeichen tun? So entstand eine Spaltung unter ihnen. Da fragten sie den Blinden noch einmal: Was sagst du selbst über ihn? Er hat doch deine Augen geöffnet. Der Mann antwortete: Er ist ein Prophet. Die Juden aber wollten nicht glauben, dass er blind gewesen und sehend geworden war. Daher riefen sie die Eltern des Geheilten und fragten sie: Ist das euer Sohn, von dem ihr behauptet, dass er blind geboren wurde? Wie kommt es, dass er jetzt sehen kann? Seine Eltern antworteten: Wir wissen, dass er unser Sohn ist und dass er blind geboren wurde. Wie es kommt, dass er jetzt sehen kann, das wissen wir nicht. Und wer seine Augen geöffnet hat, das wissen wir auch nicht. Fragt doch ihn selbst, er ist alt genug und kann selbst für sich sprechen. Das sagten seine Eltern, weil sie sich vor den Juden fürchteten; denn die Juden hatten schon beschlossen, jeden, der ihn als den Messias bekenne, aus der Synagoge auszustoßen. Deswegen sagten seine Eltern: Er ist alt genug, fragt doch ihn selbst. Da riefen die Pharisäer den Mann, der blind gewesen war, zum zweitenmal und sagten zu ihm: Gib Gott die Ehre! Wir wissen, dass dieser Mensch ein Sünder ist. Er antwortete: Ob er ein Sünder ist, weiß ich nicht. Nur das eine weiß ich, dass ich blind war und jetzt sehen kann. Sie fragten ihn: Was hat er mit dir gemacht? Wie hat er deine Augen geöffnet? Er antwortete ihnen: Ich habe es euch bereits gesagt, aber ihr habt nicht gehört. Warum wollt ihr es noch einmal hören? Wollt auch ihr seine Jünger werden? Da beschimpften sie ihn: Du bist ein Jünger dieses Menschen; wir aber sind Jünger des Mose. Wir wissen, dass zu Mose Gott gesprochen hat; aber von dem da wissen wir nicht, woher er kommt. Der Mann antwortete ihnen: Darin liegt ja das Erstaunliche, dass ihr nicht wisst, woher er kommt; dabei hat er doch meine Augen geöffnet. Wir wissen, dass Gott einen Sünder nicht erhört; wer aber Gott fürchtet und seinen Willen tut, den erhört er. Noch nie hat man gehört, dass jemand die Augen eines Blindgeborenen geöffnet hat. Wenn dieser Mensch nicht von Gott wäre, dann hätte er gewiss nichts ausrichten können. Sie entgegneten ihm: Du bist ganz und gar in Sünden geboren, und du willst uns belehren? Und sie stießen ihn hinaus. Jesus hörte, dass sie ihn hinausgestoßen hatten, und als er ihn traf, sagte er zu ihm: Glaubst du an den Menschensohn? Der Mann antwortete: Wer ist das, Herr? (Sag es mir,) damit ich an ihn glaube. Jesus sagte zu ihm: Du siehst ihn vor dir; er, der mit dir redet, ist es. Er aber sagte: Ich glaube, Herr! Und er warf sich vor ihm nieder.